DK 7 B 2 /1 originál
Z KEROS
Verze z 15. 3. 2017, 23:14, kterou vytvořil Zde (diskuse | příspěvky) (Založena nová stránka s textem „Grenfell–Hunt, Greek Papyri, Ser. II, n. 11; p. 23 = DK 7 B 2 /1: αὐτῶι ποιοῦσιν τὰ οἰκία πολλά τε καὶ μεγάλα.…“)
Grenfell–Hunt, Greek Papyri, Ser. II, n. 11; p. 23 = DK 7 B 2 /1:
αὐτῶι ποιοῦσιν τὰ οἰκία πολλά τε καὶ μεγάλα. ἐπεὶ δὲ ταῦτα ἐξετέλεσαν πάντα καὶ χρήματα καὶ θεράποντας καὶ θεραπαίνας καὶ τἆλλα ὅσα δεῖ πάντα, ἐπεὶ δὴ πάντα ἑτοῖμα γίγνεται, τὸν γάμον ποιεῦσιν. κἀπειδὴ τρίτη ἡμέρη γίγνεται τῶι γάμωι, τότε Ζὰς ποιεῖ φᾶρος μέγα τε καὶ καλὸν καὶ ἐν αὐτῶι [ποικίλλει Γῆν] καὶ ᾿Ωγη[νὸν καὶ τὰ ᾿Ω]γηνοῦ [δώματα (...) βουλόμενος] γὰρ σέο τοὺς γάμους εἶναι τούτωι σε τι[μῶ]. σὺ δέ μοι χαῖρέ τε καὶ σύνισθι. ταῦτά φασιν ἀνακαλυπτήρια πρῶτον γενέσθαι· ἐκ τούτου δὲ ὁ νόμος ἐγένετο καὶ θεοῖσι καὶ ἀνθ[ρώποι]σιν. ἡ δέ μι[ν ἀμείβε]ται δεξαμ[ένη εὑ τὸ] φᾶ[ρος...
Božská svatba